Αίας

author: Sofoklis
0.0/5 | 0


ἀεὶ µέν, ὦ παῖ Λαρτίου, δέδορκά σε
πεῖράν τιν ἐχθρῶν ἁρπάσαι θηρώµενον·
καὶ νῦν ἐπὶ σκηναῖς σε ναυτικαῖς ὁρῶ
Αἴαντος, ἔνθα τάξιν ἐσχάτην ἔχει,
πάλαι κυνηγετοῦντα καὶ µετρούµενον
ἴχνη τὰ κείνου νεοχάραχθ, ὅπως ἴδῃς
εἴτ ἔνδον εἴτ οὐκ ἔνδον. εὖ δέ σ ἐκφέρει
κυνὸς Λακαίνης ὥς τις εὔρινος βάσις.



 
COMMENTS